5 Τῷ
καιρῷ ἐκείνω, ἔρχεται ὁ ᾿Ιησοῦς εἰς πόλιν τῆς Σαμαρείας λεγομένην
Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν ᾿Ιακὼβ ᾿Ιωσὴφ τῷ υἱῷ αὐτοῦ· 6 ἦν δὲ
ἐκεῖ πηγὴ τοῦ ᾿Ιακώβ. ὁ οὖν ᾿Ιησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας
ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη.
7 ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· δός μοι πιεῖν. 8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι. 9 λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· πῶς σὺ ᾿Ιουδαῖος ὢν παρ' ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται ᾿Ιουδαῖοι Σαμαρείταις.
10 ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῇ· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. 11 λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;
12 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν ᾿Ιακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; 13 ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῇ· πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·
14 ὃς δι' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.
15 λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. 16 λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. 17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω· 18 πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. 19 λέγει αὐτῷ ἡ γυνή· Κύριε,
θεωρῶ ὅτι προφήτης εἶ σύ. 20 οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν ῾Ιεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν.
21 λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· γύναι, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν ῾Ιεροσολύμοις προσκυνήσετε τῷ πατρί. 22 ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν ᾿Ιουδαίων ἐστίν.
23 ἀλλ' ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. 24 πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
25 λέγει αὐτῷ ἡ γυνή· οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα.26 λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· ἐγώ εἰμι ὁ λαλῶν σοι.
27 καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπε, τί ζητεῖς ἢ τί λαλεῖς μετ' αὐτῆς; 28 ᾿Αφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις·
29 δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; 30 ἐξῆλθον οὖν ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.
31 ᾿Εν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· ραββί, φάγε. 32 ὁ δὲ εἶπεν αὐτοῖς· ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. 33 ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; 34 λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
35 οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. 36 καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.
37 ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινός, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. 38 ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
39 ᾿Εκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικός, μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα. 40 ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.
41 καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, 42 τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου ὁ Χριστός.

ΑΠΟΔΟΣΗ
Εκείνο τον καιρό πήγε ο Ιησούς στην πόλη της Σαμάρειας πού λεγόταν Συχάρ, κοντά στον τόπο πού έδωσε ο Ιακώβ στο γιο του Ιωσήφ. Ήταν δε εκεί ένα πηγάδι, πού το είχε ανοίξει ο Ιακώβ· ο Ιησούς λοιπόν, κουρασμένος όπως ήταν από την οδοιπορία, πήγε και καθόταν απλά και ταπεινά κοντά στο πηγάδι· η ώρα ήταν πάνω-κάτω μεσημέρι.
Έρχεται μια γυναίκα Σαμαρείτισσα να βγάλει νερό.
Της λέγει ο Ιησούς· δός μου να πιω. Σ' αυτή την ώρα οι μαθητές είχαν πάει στην πόλη για να αγοράσουν τρόφιμα. Του λέγει λοιπόν η γυναίκα η Σαμαρείτισσα· πώς εσύ πού είσαι Ιουδαίος ζητάς να πιεις νερό από μένα πού είμαι Σαμαρείτισσα; Και το είπε αυτό, γιατί δεν έχουν συναναστροφή οι Ιουδαίοι με τους Σαμαρείτες.
Αποκρίθηκε ο Ιησούς και της είπε·Αν ήξερες τη δωρεά του Θεού και ποιος είναι αυτός πού σου λέγει, δός μου να πιω, εσύ θα του ζητούσες και θα σου έδινε νερό ζωντανό. Του λέγει η γυναίκα· Κύριε, ούτε κουβά έχεις, αλλά και το πηγάδι είναι βαθύ· από που λοιπόν έχεις το νερό το ζωντανό;
Μην τάχα είσαι συ πιο μεγάλος από τον πατέρα μας τον Ιακώβ, πού μας έδωκε το πηγάδι και ήπιε άπ' αυτό και αυτός και τα παιδιά του και τα κοπάδια του;
Αποκρίθηκε ο Ιησούς και της είπε· οποίος πίνει από τούτο το νερό θα ξαναδιψάσει αλλά όποιος θα πιει από το νερό πού εγώ θα του δώσω ποτέ δεν θα διψάσει στον αιώνα, αλλά το νερό πού θα του δώσω θα γίνεται μέσα του νερομάνα, πού θα αναβλύζει αιώνια ζωή. Του λέγει ή γυναίκα· Κύριε, δός μου αυτό το νερό, για να μη διψώ μήτε να έρχομαι εδώ να βγάζω νερό.
Της λέγει ο Ιησούς· πήγαινε φώναξε τον άνδρα σου και έλα εδώ. Αποκρίθηκε η γυναίκα και είπε· δεν έχω άνδρα. Της λέγει ο Ιησούς· καλά είπες πώς άνδρα δεν έχω· γιατί πέντε άνδρες είχες με τη σειρά, και αυτός τώρα πού έχεις δεν είναι άνδρας σου· αυτό αλήθεια το είπες.
Του λέγει η γυναίκα· Κύριε, θαυμάζω πώς εσύ είσαι προφήτης. Οι πατέρες μας προσκύνησαν σε τούτο το βουνό· και σεις λέτε πώς στα Ιεροσόλυμα είναι ο τόπος πού πρέπει να προσκυνούμε. Της λέγει ο Ιησούς· γυναίκα, να με πιστέψεις, έρχεται ώρα πού ούτε σε τούτο το βουνό ούτε στα Ιεροσόλυμα θα προσκυνάτε τον Θεό.
Σεις οι Σαμαρείτες αυτό πού προσκυνάτε δεν το ξέρετε, εμείς οι Ιουδαίοι αυτό πού προσκυνούμε το ξέρουμε, γιατί η σωτηρία έρχεται από τους Ιουδαίους. Άλλα έρχεται ώρα, και ήρθε κιόλας, πού οι αληθινοί προσκυνητές θα προσκυνήσουν τον Θεό πνευματικά και αληθινά· γιατί τέτοιους ζητάει ο Θεός εκείνους πού τον προσκυνούν.
Ο Θεός είναι πνεύμα και εκείνοι πού τον προσκυνούν πνευματικά και αληθινά πρέπει να τον προσκυνούν.
Του λέγει η γυναίκα· ξέρω πώς έρχεται Μεσσίας πού λέγεται Χριστός· όταν έλθει εκείνος θα μας τα πει και θα τα εξηγήσει όλα. Της λέγει ο Ιησούς· εγώ είμαι πού σου μιλώ. Πάνω στην ώρα ήλθαν και οι μαθητές Του και τους έκανε εντύπωση πού μιλούσε με μια γυναίκα· όμως κανένας δεν του είπε, τί συζητάς ή τί μιλάς μαζί της; Άφησε λοιπόν τη στάμνα της η γυναίκα και έφυγε στην πόλη και λέγει στους ανθρώπους.
Ελατέ να δείτε έναν άνθρωπο πού μου είπε όλα όσα έκαμα· μήπως αυτός είναι ο Χριστός; Βγήκαν λοιπόν από την πόλη και έρχονταν προς αυτόν. Στο μεταξύ οι μαθηταί τον παρακαλούσαν και του έλεγαν διδάσκαλε, φάγε· Εκείνος τους είπε· εγώ έχω να φάγω φαγητό πού εσείς δεν το ξέρετε.
Έλεγαν λοιπόν οι μαθηταί μεταξύ τους· μήπως κανένας του έφερε να φάγει; Τους λέγει ο Ιησούς· δική μου τροφή είναι να κάνω το θέλημα εκείνου πού με έστειλε και να τελειώσω το έργο του. Σεις δεν το λέτε ότι πλησιάζει ο καιρός του θερισμού;
Να, σας λέγω, σηκώστε τα μάτια σας και κοιτάξτε πέρα στα χωράφια πού είναι άσπρα, έτοιμα κιόλας για θερισμό (τα έθνη και τους λαούς εννοούσε). Και εκείνος πού θερίζει παίρνει μισθό και μαζεύει καρπό για την αιώνια ζωή, για να χαίρουν μαζί και εκείνος πού σπέρνει και εκείνος πού θερίζει. Εδώ εφαρμόζεται η αληθινή παροιμία, πώς άλλος σπέρνει και άλλος θερίζει.
Εγώ σας έστειλα να θερίζετε εκείνο για το όποιο σεις δεν έχετε κοπιάσει· άλλοι έχουν κοπιάσει και σεις μπήκατε στον κόπο τους.
Και από την πόλη εκείνη πολλοί από τους Σαμαρείτες πίστεψαν σ' αυτόν, επειδή τους έλεγε η γυναίκα και μαρτυρούσε πώς μου είπε όλα όσα έκαμα. Όταν ήλθαν προς αυτόν οι Σαμαρείτες, τον παρακαλούσαν να μείνει κοντά τους.
Και έμεινε εκεί δυο μέρες. Και ακόμη πιο πολλοί πίστεψαν με τη διδαχή πού τους έκανε, και έλεγαν στη γυναίκα πώς τώρα πια δεν πιστεύουμε, γιατί μας το λες εσύ, αλλά γιατί εμείς οι ίδιοι έχουμε ακούσει και ξέρουμε πώς αυτός είναι πραγματικά ο Χριστός, ο σωτήρας του κόσμου.
19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. 20 Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. 21 καὶ ἦν χεὶρ Κυρίου μετ’ αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον. 22 Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν Ἱεροσολύμοις περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιοχείας· 23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ, 24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος ἁγίου καὶ πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. 25 ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν αὐτὸν ἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν. 26 ἐγένετο δὲ αὐτοὺς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. 27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· 28 ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος ἐσήμανε διὰ τοῦ Πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. 29 τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· 30 ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.
ΑΠΟΔΟΣΗ
19 Προηγουμένως οι Χριστιανοί, που είχαν διασκορπισθή, ένεκα του διωγμού εξ αιτίας του Στεφάνου, επέρασαν έως την Φοινίκην και την Κυπρον και την Αντιόχειαν και δεν εκήρυτταν τον λόγον του Θεού, παρά μόνον στους Ιουδαίους, επειδή δεν είχαν εννοήσει ακόμη ότι το Ευαγγέλιον
προωρίζετο και δια τους εθνικούς. 20 Μερικοί δε από αυτούς ήσαν Ιουδαίοι την καταγωγήν, γεννημένοι όμως εις την Κυπρον και την Κυρήνην της Λιβύης. Αυτοί, όταν ήλθαν εις την Αντιόχειαν, εδίδασκαν προς τους Ελληνιστάς Εβραίους, κηρύττοντες το Ευαγγέλιον της σωτηρίας δια του Ιησού Χριστού. 21 Και το χέρι του Κυρίου ήτο μαζή των και έτσι με την θείαν δύναμιν πολύς αριθμός από τους Ιουδαίους αυτούς ελληνιστάς επέστρεψεν στον Κυριον. 22 Εφθασε δε εις τα αυτιά της Εκκλησίας των Ιεροσολύμων η πληροφορία αυτή δια την διάδοσιν του Ευαγγελίου και έστειλαν τον Βαρνάβαν να υπάγη έως την Αντιόχειαν. 23 Αυτός, όταν ήλθε και είδε την χάριν και την ευλογίαν αυτήν του Κυρίου, εχάρηκε παρά πολύ, παρακαλούσε δε και παρακινούσε όλους αυτούς, που είχαν πιστεύσει, να μένουν με όλην τους την καρδιά πιστοί και αφωσιωμένοι στον Κυριον. 24 Εδικίμασε δε αυτήν την πνευματικήν χαράν και αγαλλίασιν ο Βαρνάβας, διότι ήτο άνθρωπος αγαθός, γεμάτος Πνεύμα Αγιον και πίστιν. Από την διδασκαλίαν δε και το παράδειγμα του Βαρνάβα προσετέθη πολύς λαός εις την Εκκλησίαν του Κυρίου. 25 Επήγε δε ο Βαρνάβας εις Ταρσόν, δια να ζητήση τον Παύλον ως βοηθόν του. Και αφού τον ευρήκε, τον έφερε εις την Αντιόχειαν. 26 Επί ένα δε ολόκληρον έτος οι δύο αυτοί Απόστολοι συμετείχαν εις τας συγκεντρώσεις των πιστών της εκεί Εκκλησίας και εδίδασκαν πλήθος πολύ. Εκεί δε εις την Αντιόχειαν, δια πρώτη φοράν, ωνομάσθησαν οι μαθηταί του Χριστού, Χριστιανοί. 27 Κατά τας ημέρας δε αυτάς ήλθαν εις την Αντιόχειαν από τα Ιεροσόλυμα μερικοί προφήται.28 Ενας δε από αυτούς, ονόματι Αγαβος, εσηκώθηκε και, φωτισμένος από το Πνεύμα το Αγιον, προανήγγειλε ότι έμελλε να γίνη μεγάλη πείνα εις όλην την οικουμένην. Αυτή δε η πείνα έγινε πράγματι επί της αυτοκρατορίας του Κλαυδίου Καίσαρος. 29 Ολοι δε οι Χριστιανοί, ανάλογα έκαστος με τας οικονομικάς του δυνατότητας, απεφάσισαν να στείλουν βοηθήματα δια την εξυπηρέτησιν των αδελφών, που κατοικούσαν εις την Ιουδαίαν. 30 Αυτό πράγματι και το έκαμαν και έστειλαν με τον Βαρνάβαν και τον Σαύλον τας εισφοράς των προς τους πρεσβυτέρους της Εκκλησίας των Ιεροσολύμων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.