Σάββατο 27 Απριλίου 2024

Λόγος εἰς τὰ βαΐα - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου



Ἤδη τῆς δεσποτικῆς πανηγύρεως προλάμπει τὰ χαρίσματα, ἤδη τῆς πανευφήμου ἑορτῆς προτρέχει τὰ μηνύματα, ἤδη τῆς καθολικῆς ἀναστάσεως ἀρραβῶνα δεξάμενος Λάζαρος τῷ κυρίῳ συνανάκειται, ἤδη τῆς δωρεᾶς τὸ μυστήριον τοὺς τῷ βαπτίσματι προστρέχοντας εὐωδιάζει, ἤδη ὁ πιστεύσας λαὸς εἰς ὑπάντησιν τῷ κυρίῳ προσδραμὼν βοᾷ λέγων, καθὼς ἀρτίως ἤκουες·
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις,εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου,βασιλεὺς τοῦ Ἰσραήλ.
Εὐλογημένος ὁ ἐρχόμενος, ὁ ἀεὶ ἐρχόμενος καὶ ὢν μεθ' ἡμῶν καὶ ἔξω τῶν πιστῶν μηδαμῶς γινόμενος.
Ὄντως ὁ ὄχλος ἐκεῖνος βασιλικὴν ἐγνώρισεν εἴσοδον·
ὥσπερ γὰρ ἐν τοῖς παροῦσι βασιλέως ἐπιστρατεύσαντος τυράννῳ καὶ μετὰ νίκης ὑποστρέφοντος πάντες οἱ πολῖται τῆς αὐτοῦ πόλεως πρὸ τῆς πόλεως συναντῶσιν ἐγκωμίοις τὴν νίκην ἀμειβόμενοι ἄγει δὲ αὐτοὺς πρὸς τοῦτο οὐκ ἔνδοξος ἔρως ἀλλ' ἐπινίκιος πόθος, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ δεσπότου Χριστοῦ ὡς ἐπὶ βασιλέως τροπαιούχου ἅπαν τὸ πλῆθος καὶ ἐκ τῶν λόγων καὶ ἐκ τῶν βαΐων ἐμήνυον, ὅτι νικητὴς ὁ παραγενάμενος, μᾶλλον δὲ ὅτι θεὸς ὁ γνωριζόμενος·
θεῷ γὰρ μόνῳ ἁρμόδιοι αἱ φωναὶ αἱ τότε μὲν λεχθεῖσαι,
νῦν δὲ παραναγνωσθεῖσαι καὶ τοῖς συνετοῖς θεῖα μυστήρια παραγυμνοῦσαι.
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Τί ἐστιν Ὡσαννὰ ἐν τοῖς ὑψίστοις;
Τουτέστι Σῶσον δὴ ὁ ἐν τοῖς ὑψίστοις·
τὸ γὰρ Ὡσαννὰ σῶσον δὴ ἑρμηνεύεται τῇ Ἑβραΐδι φωνῇ.
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Τουτέστιν ὡς ἄνω σωτηρία καὶ κάτω φιλανθρωπία.
Ὦ ὄχλου θεογνωσία ἀγγελικῆς διακονίας μετεσχηκότος,
γῆν πατοῦντος καὶ οὐρανὸν χωροβατοῦντος,
σῶμα περικειμένου καὶ τὰ τῶν ἀσωμάτων μετερχομένου,
Ἰουδαῖοι τὴν προσηγορίαν καὶ Χριστιανοὶ τὴν ἐργασίαν,
κοσμικοὶ τὴν διαγωγὴν καὶ ἀποστολικοὶ τὴν ὁμολογίαν.
Ἄνωθεν καὶ οὗτοι ὡς Πέτρος τὴν ἀποκάλυψιν ἐδέξαντο·
ὥσπερ γὰρ ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος οὐκ ἐξ οἰκείας μελέτης, ἀλλ' ἐκ θείας ἀποκαλύψεως ἔλεγε πρὸς τὸν κύριον·
Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, καὶ ὁ κύριος δεικνύων ὅτι οὐκ ἐξ οἰκείων λογισμῶν, ἀλλ' ἐκ τοῦ πατρὸς ἔλαβε τὴν ἀποκάλυψιν μακαρίζων αὐτὸν ἔλεγεν·
Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς, τὸν αὐτὸν τρόπον καὶ ὁ ὄχλος ἄνωθεν τὴν ἀποκάλυψιν δεξάμενος ἁρμοδίους φωνὰς ἐβόα πρὸς τὸν κύριον λέγων·
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ.
Ἔστι δέ τινας ὡς εἰκὸς εἰπεῖν·
Καὶ πόθεν ἡμῖν ἀποδείξεις ὅτι ὁ Ἰουδαϊκὸς οὗτος ὄχλος ἄνωθεν ἔλαβε τὴν ἀποκάλυψιν;
Πόθεν ὑμῖν ἀποδείξω;
Ἐξ αὐτῶν τῶν τοῦ κυρίου ῥημάτων.
Ἰδόντες γάρ φησιν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας·
Ὡσαννὰ τῷ υἱῷ ∆αυΐδ, ἠγανάκτησαν καὶ εἶπαν τῷ Ἰησοῦ·
Ἀκούεις τί οὗτοι λέγουσιν;
Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς·
Ναί· οὐδέποτε ἀνέγνωτε·
Ἐκ στομάτων νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;
Καὶ οὐκ ἐκ μόνων δὲ τῶν τοῦ κυρίου ῥημάτων, ἀλλὰ καὶ ἐκ τῆς παραδόξου τῶν ὄχλων συστροφῆς καὶ ἀπαντήσεως καὶ τῶν ἔργων ὧν ἐποίουν, οὐ μόνον κράζοντες, ἀλλὰ καὶ τοὺς κλάδους τῶν ἐλαιῶν καὶ τὰ βαΐα τῶν φοινίκων κόπτοντες καὶ ταῖς χερσὶ φέροντες, καὶ τὰ ἱμάτια αὐτῶν ὑποστρωννύοντες, καὶ σωτῆρα καὶ βασιλέα καὶ κύριον προσαγορεύοντες.
Ὅθεν καὶ παντί που δῆλον ὅτι ἄνωθεν ἐδέξαντο τὴν ἀποκάλυψιν.
Πόθεν ἐγνώριζεν ὁ ὄχλος βασιλέα τὸν κύριον;
Οὐκ ἐφόρει διάδημα βασιλέως κοσμικοῦ, οὐ περιεβέβλητο ἁλουργίδα, οὐκ ἐπεφέρετο πλῆθος στρατοῦ, οὐ προέτρεχον αὐτοῦ ἵπποι καὶ ἅρματα καὶ ἀσπίδες χρυσοκόλλητοι, οὐκ ἐπωχεῖτο ἅρματι πορφυροστρώτῳ βασιλικῷ·
πώλῳ δὲ ἐκαθέζετο ἀλλοτρίῳ, μικρῷ, δώδεκα μαθητὰς μόνους ἐπαγόμενος.
Πόθεν οὖν ὁ ὄχλος ἔγνω αὐτὸν βασιλέα τυγχάνειν, εἰ μὴ ἄνωθεν ἔλαβε τὴν ἀποκάλυψιν;
∆ιὸ καὶ οὐκ ἐζήτουν ἐπὶ τοῦ κυρίου διάδημα κοσμικόν·
ἔγνωσαν γὰρ αὐτὸν ἀνάρχως βασιλεύοντα.
Οὐκ ἐζήτουν ἁλουργίδα·
ἐθεώρουν γὰρ αὐτὸν ἀναβαλλόμενον φῶς ὡς ἱμάτιον.
Οὐ περιεβλέποντο πλῆθος στρατοῦ, πεισθέντες τῷ εἰρηκότι προφήτῃ·
Μύριαι μυριάδες ἀγγέλων ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες ἀρχαγγέλων παρειστήκεισαν αὐτῷ.
Οὐκ ἐπεζήτουν ἵππους καὶ ἅρματα·
ἐγνώρισαν γὰρ Χριστὸν ἁρματηλατοῦντα καὶ τοὺς εὐαγγελιστὰς καθάπερ ἵππους παρακολουθοῦντας, πεισθέντες τῷ εἰρηκότι προφήτῃ Ζαχαρίας δὲ οὗτός ἐστιν, ὅτι ὀπίσω αὐτοῦ ἵπποι λευκοὶ καὶ πυρροὶ καὶ ποικίλοι καὶ ψαροί.
Λευκὸς ἵππος Ματθαῖος, ὡς τὰ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου σαφέστερον ἐκθέμενος·
ψαρὸς ἵππος Μάρκος, ὡς διανθέστερον τὸ εὐαγγέλιον γράψας·
ποικίλος ἵππος Λουκᾶς, ὡς εὐγλωττότερον καὶ ποικίλα τὰ κατὰ τὸν κύριον ἐκθέμενος·
πυρρὸς ἵππος Ἰωάννης, ὡς τὴν θεότητα τοῦ Χριστοῦ καθάπερ ἀστραπῇ πυρὸς τοῖς ἑαυτοῦ λόγοις ἐκλάμψας, ἐν ἀρχῇ ἦν ὁ λόγος λέγων καὶ θεὸς ἦν ὁ λόγος.
Θεόθεν τοίνυν ὁ Ἱεροσολυμιτικὸς ἐκεῖνος πιστὸς ὄχλος τὴν ἀποκάλυψιν δεξάμενος οὐκ ἐσκανδαλίσθη ὑπὸ τοῦ εὐτελοῦς πώλου, ἀλλ' ἐνεδυναμώθη ὑπὸ τῆς δεσποτικῆς παρουσίας.
∆ιὸ μόνον εἶδον τὸν κύριον ἐπιβεβηκότα τῷ πώλῳ, εὐθέως προφητικαῖς προρρήσεσι νυχθέντες, ἀναλαβόντες τὰ βαΐα τῶν φοινίκων ἔλεγον πρὸς ἀλλήλους οἱ ὄχλοι·
Τί ἀναμένομεν καὶ οὐκ ἐξερχόμεθα εἰς ἀπάντησιν τοῦ νοητοῦ φοίνικος κρατοῦντες τὰ βαΐα τῶν φοινίκων;
Ὁ καρπὸς αὐτοῦ γλυκασμοῦ καὶ ἀθανασίας πλήρης·
τὰ φύλλα αὐτοῦ τῆς οἰκουμένης ἰάματα·
τὸ στέλεχος αὐτοῦ, τουτέστι τὸ ξύλον τοῦ σταυροῦ, τοῦ κόσμου παντὸς σωτηρία καὶ τρόπαιον τῆς κατὰ τοῦ διαβόλου νίκης.
Ἠκούσαμεν τῆς ἐξ ἐθνῶν ἐκκλησίας ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων βοώσης·
Ἀναβήσομαι ἐπὶ τὸν φοίνικα, κρατήσω τῶν κλάδων αὐτοῦ.
Προλάβωμεν τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καὶ ὡς φοίνικα νοητὸν καὶ ὡς βασιλέα κραταιὸν ἀσπασώμεθα.
Ταῦτα τῶν ὄχλων λεγόντων καὶ διαπραττομένων καὶ τὸν κύριον εὐφημούντων, οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι δριμυχθέντες σφόδρα, ἐπετίμουν τοῖς ὄχλοις λέγοντες·
Τί ποιεῖτε, τί ματαιολογεῖτε, προπετέστατοι;
Ὡς θεῷ τῷ υἱῷ τοῦ τέκτονος προσέρχεσθε τὰ βαΐα κρατοῦντες;
Κύριον ὀνομάζετε τὸν μὴ ἔχοντα ποῦ τὴν κεφαλὴν κλῖναι;
Βασιλικὰς φωνὰς βάλλετε τῷ ἐπὶ πώλῳ ὄνου καθεζομένῳ;
Οὐχὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ παρ' ἡμῖν εἰσιν;
Παύσασθε, προπετέστατοι·
εἰ δὲ μή, κολασθήσεσθε.
∆ιὰ τοῦτο γάρ ἐσμεν, ὅπως τοὺς ἐν ὑμῖν προπετεστάτους σημειωσώμεθα δίκας τῆς τόλμης ἀποτιννύντας.
Ταῦτα ἀκούσαντες οἱ ὄχλοι τῶν ἀρχιερέων λεγόντων οὐ κινοῦνται μὲν πρὸς στάσιν τῆς εἰρήνης παρούσης, ἀποκρίνονται δὲ πρὸς αὐτοὺς τῆς χάριτος συνεργούσης·
Μέμφεσθε ἡμῖν, φαρισαῖοι, καὶ κόλασιν ἀπειλεῖτε ὡς βλασφημίαν προϊεμένοις;
Τίνες κολάσεως ἄξιοι, ὑμεῖς οἱ τὰς γραφὰς ἀναγινώσκοντες καὶ μὴ νοοῦντες, ἢ ἡμεῖς οἱ ἀκούοντες καὶ κρατοῦντες;
Σφαλλόμεθα βαΐα τῶν φοινίκων τῷ κυρίῳ προσφέροντες;
Οὐκ αὐτός ἐστιν ὁ τῆς δικαιοσύνης φοῖνιξ;
Οὐ περὶ αὐτοῦ κέκραγεν ὁ προφήτης·
∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει;
Οὐκ αὐτὸς ἤνθησε τῶν τυφλῶν τὴν ἀνάβλεψιν;
Οὐ χωλοῖς ἀκώλυτον τὸν δρόμον ἐχαρίσατο;
Οὐ τὸν παράλυτον τὴν βαστάσασαν κλίνην βαστάσαι πεποίηκεν;
Οὐ τὸν τεταρταῖον Λάζαρον ἐξήγειρεν ἐκ θανάτου;
Οὐ διὰ τοῦτο βούλεσθε τὸν Λάζαρον πάλιν ἀποκτεῖναι;
Οὐχ ὑμεῖς τὸν λίθον ἀπεκυλίσατε, καὶ τῇ ἀπιστίᾳ ὡς λίθοι σκληρύνεσθε;
Οὐχ ὑμῖν ἐπέτρεψε λῦσαι τὰς κειρίας, ἵνα μὴ ὡς ἐπὶ τοῦ ἐκ γεννητῆς τυφλοῦ ἄλλον ἐξ ἄλλου τάφου παραπηδήσαντα ψευδολογήσητε;
Ἀεὶ ὑμεῖς τοῖς καλοῖς βασκαίνετε, ὦ φαρισαῖοι, καὶ τῷ πλήθει·
πιστεύοντι ἐναντιοῦσθε.
∆ιὰ τοῦτο πάλιν τὸν Λάζαρον ἐβουλεύσασθε φονοκτονῆσαι, ἵνα τοῦ ὄχλου τὴν πίστιν ἐκκόψητε.
Κείσθω ὅτι φονεύετε τὸν Λάζαρον, οὐ δύναται πάλιν αὐτὸν ἀναστῆσαι;
Ἴδωμεν τίς κοπωθήσεται, ὑμεῖς φονεύοντες ἢ ἐκεῖνος ἐγείρων.
Ὑμεῖς ἔργῳ καὶ κόπῳ φονεύετε, αὐτὸς λόγῳ ἀνίστησιν.
Τίς μᾶλλον κοποῦται;
Οὐχ ὁ λόγος τοῦ ἔργου κουφότερος;
Σφαλλόμεθα, ὦ φαρισαῖοι, ὅτι ὡς βασιλεῖ προσήλθομεν τῷ κυρίῳ;
Τὸν πῶλον θεωροῦντες μᾶλλον ἐνεδυναμώθημεν·
διὸ καὶ βασιλέα κραταιὸν γνωρίζομεν καὶ ἔχομεν τὴν γραφὴν παρὰ πόδας, ἵνα μάθητε καὶ συνῆτε ὅτι οὐχ ἡμεῖς σφαλλόμεθα, ἀλλ' ὑμεῖς πλανᾶσθε.
Ἔχετε τὸν προφήτην Ζαχαρίαν·
τούτου τοὺς λόγους ἀναπτύξατε, φοβήθητε αὐτοῦ τὸ δρέπανον τῆς ἐκδικήσεως, ὅτι οὗτος ὁ προφήτης ἐκ πολλῶν τῶν χρόνων τὴν Ἰουδαίαν εὐαγγελιζόμενος κέκραγεν·
Χαῖρε σφόδρα, θύγατερ Σιών·
ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἥσυχος, καθήμενος ἐπὶ πῶλον ὄνου υἱὸν ὑποζυγίου.
Μὴ σφαλλόμεθα τὴν γραφὴν ἀναγινώσκοντες καὶ τὸν βασιλέα γνωρίζοντες καὶ ἑαυτοὺς εὐεργετοῦντες καὶ τοὺς ἀμφιβάλλοντας ἐπιστρέφοντες;
Τὸν προφήτην κατέχετε καὶ τὸν προφητευθέντα νοεῖν οὐ θέλετε;
Ἀπόστητε τοιγαροῦν, ὦ φαρισαῖοι·
ὅσον ἡμῖν ἐπίκεισθε, τοσοῦτον μᾶλλον ἡμῶν τὸν ζῆλον διεγείρετε.
∆ιὸ οὐ παυόμεθα βοῶντες·
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.
Γνωρίζομεν τὸ ὄνομα, ὦ φαρισαῖοι·
τοῦτο τὸ ὄνομα τῆς Αἰγύπτου ἡμᾶς ἠλευθέρωσε καὶ τὴν θάλασσαν βατὴν πεποίηκε καὶ τὴν ἔρημον ἐπόλισε καὶ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι ἐνῴκισε, τὸν προφήτην βοᾶν παρεσκεύασεν·
Γνώτωσαν ὅτι ὄνομά σοι κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.
Καὶ ὅτι μὲν ὁ ὄχλος εὐπειθὴς ὑπῆρχεν, οἱ δὲ ἀρχιερεῖς ἀπειθεῖς, ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος·
Καὶ συνεβουλεύσαντο οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν τῶν Ἰουδαίων ὑπῆγον καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
Εἶδες τῶν ἀρχιερέων τὴν μανίαν;
Ἵνα ἐκκόψωσι τῆς πίστεως τὸ πλῆθος , ἐζήτουν τὸν Λάζαρον ἀποκτεῖναι λέγοντες πρὸς ἑαυτούς·
Ἐὰν τὸν Ἰησοῦν ἀποκτείνωμεν, καταλείψωμεν δὲ τὸν Λάζαρον ζῶντα, οὐδὲν ὠφελοῦμεν·
τοῦτον γὰρ ὁρῶντες εἰς ἐκεῖνον πιστεύουσιν.
Ὅπως οὖν μὴ καὶ μετὰ θάνατον πρόσκομμα ἡμῖν γένηται τοῦ πιστεύειν πάλιν τινὰς εἰς τὸν Ἰησοῦν, ἀποκτείνωμεν τὸν Λάζαρον, ἵνα πάντῃ τὴν μνήμην αὐτοῦ ἐξαλείψωμεν.
Ταῦτα δὲ ἔλεγον οἱ ἀρχιερεῖς ὡς ἄνθρωποι ματαιόφρονες, μὴ συνιέντες ὅτι ὁ κύριος μέλλων τὸν ἑκούσιον θάνατον καταδέχεσθαι ὑπὲρ τῆς τοῦ κόσμου ἀθανασίας, οὐκ ἤμελλε τὸν Λάζαρον μόνον καὶ τὴν τούτου ἔγερσιν μνήμην τῷ κόσμῳ καταλιμπάνειν, ἀλλὰ καὶ τὸν ἀκαταμάχητον σταυρόν, ὃν οὐ δυνήσονται οὔτε πορθῆσαι οὔτε κρύψαι οὔτε ματαιῶσαι, διὰ πάσης τῆς οἰκουμένης δεικνύντα τῆς ἐνεργείας αὐτοῦ τὴν δύναμιν.
Ποῖος γὰρ οἶκός ἐστιν ὁ μὴ ἔχων τοῦ σταυροῦ τὸ σημεῖον, τρόπαιον κατὰ δαιμόνων καὶ φυλακτήριον ψυχῶν ὑπάρχον;
Τί οὖν ὁ εὐαγγελιστής;
Καλὸν γὰρ καὶ τὴν κεφαλὴν τῆς πάσης περικοπῆς ψηλαφῆσαι.
Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος·
Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν ἐκ νεκρῶν.
Καὶ ποία αὕτη ἡ πρὸ ἓξ ἡμερῶν ἡμέρα;
Ἡ παροῦσα ἡμέρα, ἡ τὸν πρόδρομον Ἰωάννην χαρακτηρίζουσα.
Ὥσπερ γὰρ Ἰωάννης προέδραμε τοῦ κυρίου, οὕτω καὶ αὕτη προέδραμε τῆς ἀναστάσεως·
καὶ ὥσπερ ὁ Ἰωάννης δακτυλοδεικτῶν τὸν κύριον ἔλεγεν·
Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, οὕτω καὶ αὕτη δακτυλοδεικτοῦσα τὴν μέλλουσαν κυριακὴν κέκραγε λέγουσα·
Ἴδε ἡ μήτηρ τῶν μελλόντων ἀναγεννᾶσθαι.
Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα.
Ἀκούσατε τὴν ἡμέραν·
οὐ γὰρ ἁπλῶς κεῖται τὸ Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα, ἀλλ' ἵνα σὺ μάθῃς ἑαυτὸν προκαθαίρειν ἀπὸ πάσης κηλῖδος, ἵνα λύσῃς ἔχθραν, ἵνα παύσῃς ὀργήν, ἵνα σβέσῃς διαβολήν, ἵνα σφίγξῃς ἀγάπην καὶ πλατύνῃς φιλοπτωχίαν, ἵνα μὴ μόνος σὺ ἑορτάσῃς ἀλλὰ καὶ ὁ ἐνδεούμενος συνεορτάσῃ σοι·
ἐὰν γὰρ μὴ μεταδῷς τῷ χρείαν ἔχοντι, σὺ μὲν ἑορτάζεις, ἐκεῖνος δὲ στυγνάζει.
Ὅπως οὖν μὴ γένηται ἐπὶ σοῦ τὸ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου, μετάδος τῷ χρείαν ἔχοντι, εὐποίησον τῷ ἐνδεουμένῳ, ὅπως καὶ σὺ διὰ παντὸς ἑορτάσῃς κἀκεῖνος συνευωχηθῇ.
Τί οὖν ὁ εὐαγγελιστής;
Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν ἐκ νεκρῶν.
Ὢ τῆς τοῦ κυρίου σοφίας.
Ἤγειρε τὸν Λάζαρον, ἵνα ἐρεθίσῃ τὸν διάβολον.
Ἄκουε διὰ βραχέων.
Ὡς εἶδεν ὁ διάβολος τοῦ κυρίου βοήσαντος·
Λάζαρε, δεῦρο ἔξω, καὶ πάντα τὰ καταχθόνια διαλυθέντα καὶ τὰς κάτω δυνάμεις μὴ ὑποφερούσας κρατεῖν ὡς βασιλικοῦ προστάγματος καταπεμφθέντος, μᾶλλον δὲ ὡς θεϊκοῦ βουλήματος ἐνεργοῦντος, καὶ ὅτι παραυτὰ αἱ μὲν τρίχες Λαζάρου ἄνωθεν ἐρριζοῦντο, τῶν δὲ νεύρων αἱ διαλύσεις συνεσφίγγοντο, τῶν δὲ σαρκῶν αἱ μειώσεις ἀνεπληροῦντο, τῶν δὲ ὀστέων ὁ χωρισμὸς συνηρμόζετο, τῶν δὲ ἰχώρων τὰ ῥεῖθρα συνεστέλλοντο, τὸ δὲ πνεῦμα τὸ ζωτικὸν ὑπεισήρχετο, ἡ δὲ δέσποινα ψυχὴ τὴν ἀρχαίαν προτέραν μονὴν ἀπελάμβανεν, ὡς εἶδε ταῦτα καὶ τὰ παραπλήσια τούτων γινόμενα, θορυβηθεὶς καὶ ἐναγώνιος γενόμενος ἐπέτασσε ταῖς ὑπ' αὐτὸν δυνάμεσι λέγων·
Ἀντιτάξασθε, κραταιώθητε, τὴν ἐμὴν βασιλείαν μὴ προδῶτε.
Ὦ τί πέπονθα;
Καταλύεται τὸ κράτος τοῦ θανάτου, ὅπερ διὰ τῆς ἁμαρτίας ἐκτησάμην·
ὃν ἔχω τέσσαρας ἡμέρας κρατῶν νῦν ἀναδίδωμι βίᾳ.
Μεγάλῃ συμφορᾷ περιπέπτωκα·
ἠρξάμην ἐξεμεῖν οὓς κατέπιον.
Οὐ διὰ τὸν Λάζαρον μόνον κλαίω, φοβοῦμαι μὴ καὶ τοὺς ἄλλους οὓς κατέχω ἀπὸ τοῦ Ἀδὰμ μεχρὶ τοῦ νῦν ἀπολέσω.
Σπουδῆς μοι χρεία καὶ πολλῆς ἰσχύος·
εἰ μὴ προκαταλάβω τὸν τῷ λόγῳ συλοῦντά με, πάσης μου τῆς ὑπάρξεως κενὸν ἀποδείξει με.
Εὗρον ὃ πράξω, ἔγνων τί ποιήσω·
ἔχω τοὺς Ἰουδαίους συνδρόμους, μισθοῦμαι τὸν Ἰούδαν, ἀεί μοι οὗτος ὑπουργεῖ καλῶς.
Φιλάργυρος γὰρ ὢν προσελθούσης γυναικὸς τὸ μύρον τριακοσίων δηναρίων διετιμήσατο κόπους παρέχων αὐτῇ·
καὶ τὸ μὲν μύρον διετιμήσατο τριακοσίων δηναρίων, τὸν δὲ δεσπότην τοῦ μύρου τριάκοντα δηναρίων πωλήσει.
Πολλῆς μοι οὖν σπουδῆς χρεία σταυρὸν κατασκευάσαι·
αὐτός μου τὸν Λάζαρον ἔλαβεν, ἐγὼ αὐτὸν ὧδε ὅλον καθελκύσω καὶ τοῖς νεκροῖς συναριθμήσω, ἵνα μάθῃ κατὰ μείζονος μὴ στρατεύεσθαι.
Ταῦτα καὶ τὰ παραπλήσια τούτων βουλεύσασθαι καὶ εἰπεῖν τὸν διάβολον ἠρέθισε τὸ τὸν Λάζαρον ἐκ νεκρῶν ἀναστῆναι.
∆ιὸ καὶ τοὺς Ἰουδαίους εἰς μείζονα φθόνον διήγειρεν ὥστε ὑπουργῆσαι τῇ βουλῇ αὐτοῦ καὶ σταυρὸν τῷ κυρίῳ κατασκευάσαι, ἵνα γένηται ἡ κατάρα εὐλογία καὶ τὸ ξύλον τοῦ σταυροῦ τοῖς πᾶσι σωτηρία.
∆ιὰ γὰρ τῆς τοῦ Λαζάρου ἀναστάσεως ὁ μὲν διάβολος ἐταράχθη, οἱ δὲ φαρισαῖοι συνήχθησαν, ἡ Μάρθα ἐπληροφορήθη, ἡ Μαρία ἐδοξάσθη, ἡ ἀνάστασις προανεδείχθη, οἱ μαθηταὶ κραταιότεροι ἐγένοντο, καὶ πολλοὶ τῶν Ἰουδαίων πιστεύσαντες εἰς τὸν κύριον Ἰησοῦν Χριστὸν ὑπήντησαν αὐτῷ μετὰ κλάδων καὶ βαΐων κράζοντες καὶ λέγοντες·
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ.
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.