Κυριακή, 4 Δεκεμβρίου 2016

Λόγος Πανηγυρικός εἰς τά Εἰσόδια τῆς Ὑπεραγίας Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας (Ἁγίου Ταρασίου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως)





Φαιδρά καί παράδοξος ἡ παροῦσα πανήγυρις, καί τῶν φιλεόρτων τόν πόθον πρός ὑμνωδίαν ἐγείρουσα ἡ τῆς Ἀειπαρθένου καί Θεοτόκου εἰς τόν Ναόν Εἴσοδος.
Σήμερον δηλαδή ὁ Οὐρανός καί ἡ Γῆ, ἔχουσι κοινήν Ἑορτήν, μαζί τόν Δημιουργόν δοξολογούσι, τόν ἐκ βροτείας φύσεως τήν Θεοπαίδα Κόρην ἐκλεξάμενον εἰς ἑαυτοῦ κατασκήνωσιν.

Σήμερον τοῦ πρό πάντων αἰώνων περιορισθέντος μυστηρίου, καί ἐπ' ἐσχάτων φανεροῦσθαι μέλλοντος, εὐτρεπίζεται οἰκητήριον.

Σήμερον ἡ ἐξ' ἐπαγγελίας τεχθεῖσα ἐξ Ἰωακείμ καί Ἄννης, προσφέρεται ὑπ' αὐτῶν τίμιον Δῶρον τῷ μετέπειτα ἐξ αὐτῆς τεχθῆναι εὐδοκήσαντι.

Σήμερον τό τῆς χαρᾶς Προοίμιον, εἰς τόν Ναόν εἰσάγεται τριετίζουσα, καί παρθένοι ταύτης μετά λαμπάδων προπορεύονται.

Σήμερον προσάγεται, εἰς τά Ἅγια τῶν Ἁγίων, ἡ λύσις τῆς στειρωτικῆς κατάρας.

Σήμερον τό κήρυγμα τῶν Προφητῶν, ὑπό τοῦ ἱερέως καί Προφήτου Ζαχαρίου, εἰς τά ἄδυτα ἀνέρχεται.



Καί ἐνῶ αὐτός, ἅπαξ τοῦ ἐνιαυτοῦ μετ' εὐλαβείας εἰσήρχετο, αὔτη φαιδρῶς μετά ἀδείας ἡμέρας καί νυκτός ἐκαθέζετο. Ποῖος νά μήν ἐκπλαγῆ εἰς τό παράδοξον τοῦτο πράγμα; Ποῖος νά μήν ἐκπλήττεται εἰς τό παράδοξον τοῦτο θαῦμα; Βλέπων ἐν τῷ Ναῶ παρεδρεύουσα τήν τοῖς ἱερεύσι γεγονυΐαν ἀπρόσίτον Μαρίαν τήν ἀμώμητον;

Τοῦτο της πρός ἠμᾶς συναφείας προοίμιον, τοῦτο τῆς τῶν Ἀγγέλων μίξεως μετά ἀνθρώπων προχάραγμα, τοῦτο τῆς ἠμῶν ἀνακαινίσεως ἐκσφάγισμα, τοῦτο τοῦ ἀκανθηφόρου βίου ἠμῶν καί τῆς ἀποφάσεως τῆς προτέρας του «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου..... ἀκάνθας καί τριβόλους ἀνατελεῖ σοί» [1],  καί τοῦ «Ἐν ἰδρώτι τοῦ προσώπου σου φαγῆ τόν ἄρτον σου»[2], ἡ μετάλλαξις.

Τοῦτο τοῦ «Πληθυνῶ τάς λύπας σου καί τόν στεναγμόν σου»[3], καί τοῦ «Ἐν λύπαις τέξη τέκνα»[4], βεβαῖα ἀπολύτρωσις.

Ταύτην οἱ πιστοί ἐορτάσωμεν τήν παντιμον Ἑορτή, τήν λαμπρᾶν Πανήγυριν, τήν θεϊκαῖς ἀποστίλβουσαν μαρμαρυγαῖς, τήν νοηταῖς λαμπαδουχουμένην φωταγωγίαις, τήν μυστικαῖς ἀγλαϊζομένη φωτοδοσίαις, τήν μυστικαῖς περιαστράπτουσαν τῷ κόσμω θεογνωσίαις, τήν ἐν τρισί προσώποις μίαν Θεότητα Πατρός, Υἱοῦ καί Πνεύματος διδάξασαν Παντοκρατορίαν.

Αὔτη γάρ ἡ τῶν Ἁγίων Ἁγία,
ἡ ἀκηλίδωτός του Λόγου Παστάς,
τό Παρθενικόν Ἀπάνθισμα,
ἡ Κιβωτός τοῦ Ἁγιάσματος,
τό Ὅρος τό Ἅγιον,
ἡ Θεοχώρητος Σκηνή,
ἡ ἀκατάφλεκτος βάτος,
τό πυρίμορφον Ἅρμα τοῦ Θεοῦ,
ἡ Περιστερά ἡ ἀμόλυντος,
τό εὐρύχωρόν του Λόγου Χωρίον,
ἡ θεοφωτός Νεφέλη,
ἡ πεποικιλμένη Βασίλισσα,
ἡ ἐκ σπέρματος Δαβίδ καταγομένη,
τῷ τοῦ Δαβίδ Κτίστη καί Θεῶ τετήρετο εἰς ἑαυτοῦ κατοίκησιν. Ἰωακείμ γάρ ἐν τή δωδεκαφύλω τοῦ Ἰσραήλ, πλούσιος ὧν καί δίκαιος, προσέφερε τά Δῶρα αὐτοῦ πρός τόν Θεόν. Μή ἔχοντος δέ σπέρμα αὐτοῦ, ἀλλ' ὄντος  ἀπαιδος, δέν ἐδέχθησαν αὐτά οἱ Ἱερεῖς λέγοντες :
«Οὐκ ἔξεστι σοί προσενεγκεῖν αὐτά τῷ Θεῶ, καθότι σπέρμα οὐκ ἐποίησας ἐν τῷ Ἰσραήλ».
Καί σκυθρωπάσας κατῆλθεν ἐκ Ναοῦ Κυρίου, ἔχοντας Λύπην ἀβάστακτον. Μετά ἀνέβη εἰς τό Ὅρος μόνος, μόνον τῷ Θεῶ, προσευχόμενος μετά ταπεινώσεως καί συντετριμμένης καρδίας.


--------------------------------------------

[1] Γέν. γ' 17-18.
[2]. Γέν. γ' 19.
[3]. Γέν. γ' 16.
[4] Αὐτόθι.


Λόγοι Πανηγυρικοί
εἰς ὄλας τάς
Θεομητορικᾶς ἐορτᾶς. (σέλ. 101-103)
Ἱερό Ἡσυχαστήριον τῆς Κοιμήσεως τῆς Θεοτόκου
Κατουνάκια - Ἅγιον Ὅρος 1996

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου